Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.195 Joseph. AJ 5.200 (English) >>Joseph. AJ 5.204

5.198

Ἰσραηλῖται δὲ πάλιν, οὐδὲν γὰρ ἐπὶ διδαχῇ τοῦ κρείττονος ἐλάμβανον τῶν πρότερον ἠτυχημένων ὑπό τε τοῦ μήτε σέβειν τὸν θεὸν μήθʼ ὑπακούειν τοῖς νόμοις, πρὶν καὶ τῆς ὑπὸ Μωαβίταις ἀναπνεῦσαι δουλείας πρὸς ὀλίγον Ἀβίτω τοῦ Χαναναίων βασιλέως δουλοῦνται. 5.199οὗτος γὰρ ἐξ Ἀσώρου πόλεως ὁρμώμενος, αὕτη δʼ ὑπέρκειται τῆς Σεμαχωνίτιδος λίμνης, στρατοῦ μὲν ὁπλιτῶν τριάκοντα ἔτρεφε μυριάδας μυρίους δὲ ἱππέας, τρισχιλίων δὲ ἁρμάτων ηὐπόρει. ταύτης οὖν στρατηγὸς τῆς δυνάμεως Σισάρης τιμῆς πρώτης παρὰ τῷ βασιλεῖ τυγχάνων συνελθόντας πρὸς αὐτὸν τοὺς Ἰσραηλίτας ἐκάκωσε δεινῶς, ὥστε αὐτοῖς ἐπιτάξαι τελεῖν φόρους. 5.200

Εἴκοσι μὲν οὖν ἔτη ταῦτα πάσχοντες ἤνυσαν μήτε αὐτοὶ φρονεῖν ὑπὸ τῆς δυστυχίας ὄντες ἀγαθοὶ καὶ τοῦ θεοῦ πλέον δαμάσαι ἔτι θέλοντος αὐτῶν τὴν ὕβριν διὰ τὴν περὶ αὐτὸν ἀγνωμοσύνην, ἵνα μεταθέμενοι τοῦ λοιποῦ σωφρονῶσιν διδαχθέντες τὰς συμφορὰς αὐτοῖς ἐκ τῆς περιφρονήσεως τῶν νόμων ὑπάρξαι, Δαβώραν δέ τινα προφῆτιν, 5.201μέλισσαν δὲ σημαίνει τοὔνομα κατὰ τὴν Ἑβραίων γλῶσσαν, ἱκέτευον δεηθῆναι τοῦ θεοῦ λαβεῖν οἶκτον αὐτῶν καὶ μὴ περιιδεῖν ἀπολλυμένους αὐτοὺς ὑπὸ Χαναναίων. δὲ θεὸς ἐπένευσε σωτηρίαν αὐτοῖς καὶ στρατηγὸν αἱρεῖται Βάρακον τῆς Νεφθαλίδος ὄντα φυλῆς· βάρακος δέ ἐστιν ἀστραπὴ κατὰ τὴν Ἑβραίων γλῶσσαν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.195 Joseph. AJ 5.200 (English) >>Joseph. AJ 5.204

Powered by PhiloLogic